Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ
Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου του
ἐν Ἁγίοις
Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.
Προσόμοια τοῦ Ἁγίου
Ὡς
γενναῖον ἐν Μάρτυσι
Ἦχος
δ' ΤΟ ΑΚΟΥΤΕ
Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ
Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε.
Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων
τῆς πίστεως,
στερρὲ Ἀθανάσιε,
ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον,
παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας·
διὰ τοῦτο,
συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ
χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον,
ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος·
ὅθεν ἅπασα,
Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Δόξα... Ἦχος πλ. β'
Γερμανοῦ ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα
κατήργησε, καὶ
τῆς Ἁγίας
Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον
τρανῶς καταγγέλλει,
ἕνα Θεὸν ἐν τρισὶ
προσώποις ἀμέριστον, ᾧ καὶ
πρεσβεύει ὑπὲρ ἡμῶν,
τῶν ἐν πίστει τελούντων τὴν
μνήμην αὐτοῦ.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὴν Λιτὴν
Δόξα... Ἦχος γ'
Γερμανοῦ Πατριάρχου
Ἡ μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται
τὴν οἰκουμένην
φαιδρῶς. Πάντες
πιστοί, πρὸς τὴν
πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ
ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως ταῖς
πρεσβείαις αὐτοῦ,
λάβωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
τοῦ Ἁγίου.
Ἦχος
πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ' ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι' ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν
καταπέμψαι, ταῖς
ψυχαῖς ἡμῶν
δυσώπει τὸ μέγα
ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει
σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου
σύνεσιν
Χαίροις Πατριαρχῶν ἡ
κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα
ἡ ὀξυτάτη, ὁ
διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια, ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος, πέλεκυς κόπτων, ὕλην πᾶσαν
αἱρέσεων,
καταφλέγων τε, τῷ πυρὶ
τῷ τοῦ Πνεύματος, στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος
ὁ ἄσειστος, ὁ τῆς
Τριάδος κηρύξας,
τὴν ὑπερούσιον δύναμιν,
τρανῶς, ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε
ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
Χαίροις ἀτελευτήτου
ζωῆς, ἐπωνυμίᾳ
ἀληθῶς κλεϊζόμενος· τρυγών τε ὡραιοτάτη, σὺν νεοττοῖς ἱεροῖς, καὶ τῷ
ὁμοζύγῳ ἐκπετάσασα, ἐκ γῆς πρὸς οὐράνια, ἔνθα νέφος εὐφραίνεται, σεπτῶν
Μαρτύρων, ἔνθα φῶς τὸ ἀνέσπερον, ὅπου ἄπαυστος, εὐφροσύνη γνωρίζεται, τάγματα ἐπουράνια, Ἁγίων λαμπρότητες, ὅπου
ὁ ἦχος ὁ θεῖος, ἑορταζόντων ἀκούεται, Χριστὸς ἔνθα πέλει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος γ'
Γερμανοῦ
Πάλιν ἡμῖν ὁ χρυσορρόας Νεῖλος, καὶ τῆς ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι,
πλημμυρεῖ τὰ χρυσόρρειθρα τῆς ἀθανασίας χεύματα, καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν, καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς
διανοίας, καὶ
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἀπολυτίκιον Ἦχος
γ'
Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ
γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας
κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.
Nessun commento:
Posta un commento