domenica 5 agosto 2012

ΑΥΓΟΥΣΤΟΥ
Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Ἀνάμνησις τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογία οὐ γίνεται. Εἰς δὲ τό. Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα δ' δευτεροῦντες τὰ δύο πρῶτα.
Ἦχος δ' Κοσμᾶ Μοναχοῦ

Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος. (Δίς)

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος. (Δίς)

Εἰς ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας, δηλῶν, ὅτι οἱ τῷ ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας ἐδείκνυον, ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καὶ Προφητῶν λαλήσας ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς, ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν, ᾍδην σκυλεύσαντος, καὶ νεκροῖς δωρουμένου, ζωήν τὴν αἰώνιον.

Ὄρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπ' ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ, οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου, ἐπὶ πρόσωπον, εἰς γῆν κατεβαρύνοντο, οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν συλλαλοῦντάς σοι τὰ μέλλοντα συμβαίνειν σοι, καὶ φωνὴ ἐκ τοῦ Πατρός, ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησᾳ, αὐτοῦ ἀκούετε, ὃς τις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Ἀνατολίου      Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. 24, 12-18) Εἶπε Κύριος πρὸς Μωϋσῆν· Ἀνάβηθι πρὸς με εἰς τὸ ὄρος, καὶ στῆθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωϋσῆς, καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ. Καὶ τοῖς πρεσβυτέροις εἶπεν· Ἡσυχάσατε αὐτοῦ, ἕως ἂν ἐπιστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὤρ μεθ' ὑμῶν, ἐὰν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. Καὶ ἀνέβη Μωϋσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος, καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας, καὶ ἐκάλεσε Κύριος τὸν Μωϋσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ εἶδος τῆς δόξης τοῦ Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Καὶ εἰσῆλθε Μωϋσῆς εἰς τὸ μέσον τῆς νεφέλης, καὶ ἀνέβη εἰς τὸ ὄρος, καὶ ἦν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. 33, 11-23 & 34, 46, 8) Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον· ἰδοὺ σὺ μοι λέγεις. Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μέτ' ἐμοῦ, σὺ δὲ μοι εἶπας· Οἶδάς σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν, ἵνα γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καί, ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει αὐτῷ Κύριος· Ἐγὼ αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. Καὶ εἶπε πρὸς αὐτὸν· Εἰμὴ σὺ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μὴ μὲ ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ Ἔθνη, ὅσα ἂν ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. Καὶ λέγει Μωϋσῆς· Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου, καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. Καὶ εἶπεν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. Καὶ εἶπε Κύριος· Ἰδοὺ τόπος παρ' ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας. Ἡνίκα δ' ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω, καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. Καὶ ὀρθρίσας Μωϋσῆς τὸ πρωΐ, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθὰ συνέταξεν αὐτῷ Κύριος. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου, καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσε· Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινος. Καὶ σπεύσας Μωϋσῆς, κύψας ἐπὶ τὴν γῆν, προσεκύνησε τῷ Κυρίῳ.

Βασιλειῶν τρίτης τὸ ἀνάγνωσμα
(Κεφ. 19, 39, 11-13, 15-16) Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔρχεται Ἠλιοὺ εἰς Βηρσαβεέ, ἣ ἐστι τοῦ Ἰούδα, καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη, καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν. Καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε, καὶ πίε. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψεν ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, καὶ φάγε, καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπορεύθη ἐν τῇ ἰσχὺϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἕως ὄρους Χωρήβ. Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ, καὶ ἰδοὺ ῥήμά Κυρίου πρὸς αὐτόν, καὶ εἶπεν αὐτῷ Κύριος· Ἐξελεύσῃ, καὶ στήσῃ ἐν τῷ ὄρει ἐνώπιον Κυρίου, καὶ ἰδοὺ Κύριος παρελεύσεται, καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη, καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος, καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῶ Κύριος, καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος, καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, καὶ ἐκεῖ Κύριος. Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιού, ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ, καὶ ἐξῆλθε καὶ ἔστη παρὰ τὸ σπήλαιον. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου, καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ εἰς Προφήτην.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.

Εἰς τὸν Στίχον, ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὄρος Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην, ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Τὴν σὴν τοῦ μονογενοῦς Υἱοῦ προορώμενος, ἐν Πνεύματι διὰ σαρκός, πρὸς ἀνθρώπους ἐπιδημίαν, ὁ θεοπάτωρ Δαυΐδ, πόρρωθεν πρὸς εὐφροσύνην συγκαλεῖται τὴν κτίσιν, καὶ προφητικῶς ἀνακράζει· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἐν τούτῳ γὰρ ἐπιβὰς τῷ ὄρει Σωτὴρ μετὰ τῶν μαθητῶν σου, τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδάμ φύσιν, μεταμορφωθείς, ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτήν, εἰς τὴν σὴν τῆς Θεότητος δόξαν τε καὶ λαμπρότητα· διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Τὸ ἄσχετον τῆς σῆς φωτοχυσίας, καὶ ἀπρόσιτον τῆς Θεότητος, θεασάμενοι τῶν Ἀποστόλων οἱ πρόκριτοι, ἐπὶ τοῦ ὄρους τῆς Μεταμορφώσεως, ἄναρχε Χριστέ, τὴν θείαν ἠλλοιώθησαν ἔκστασιν, καὶ νεφέλῃ περιλαμφθέντες φωτεινῇ, φωνῆς ἤκουον Πατρικῆς, βεβαιούσης τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως, ὅτι εἷς ὑπάρχεις καὶ μετὰ σάρκωσιν, Υἱὸς μονογενὴς καὶ Σωτὴρ τοῦ κόσμου.

Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.







Nessun commento:

Posta un commento