mercoledì 7 novembre 2012

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Ἡ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Μιχαήλ.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος Ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος Λόγος, Ἅγιος καὶ τὸ Ἅγιον Πνεῦμα, μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ Δύναμις.

Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε·τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων Ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου, γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, σοῦ τῇ ἁγίᾳ τιμώμενον.

Ὁ ποιῶν τοὺς Ἀγγέλους σου, ὥς περ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν Ἀρχαγγελικῶν, Μιχαὴλ Ἀρχιστράτηγον, σοῦ τοῖς νεύμασι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.
Τοῦ Γαβριὴλ  Ἦχος ὁ αὐτὸς  Ἔδωκας σημείωσιν
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, Παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῷσαι τὸν ἄνθρωπον.

Θρόνῳ παριστάμενος, τῆς τρισηλίου θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα, κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας, πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν· ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. β' Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· Ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.
Καὶ νῦν... Θεοτοκίον
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτῆς τεμένει, παραδόξως ἐποπτανομένη ἁγιάζει· Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὴν βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, ἄχραντε Θεοτόκε Δέσποινα.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα.  (Κεφ. 5, 13-15)
Ἐγένετο, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν ἄνθρωπον ἐστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ. Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Ὁ δὲ εἶπεν αὐτῷ. Ἐγὼ Ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα, καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τὶ προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λύσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' οὗ σὺ ἔστηκας ἐπ αὐτοῦ, ἅγιός ἐστι· καὶ ἐποίησεν Ἰησοῦς οὕτως.

Κριτῶν τὸ Ἀνάγνωσμα (Κεφ. 6, 6, 11-24)
Ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσε Μαδιὰμ ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐβόησαν πρὸς τὸν Θεόν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου παρεγένετο, καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν, τὴν οὖσαν ἐν Ἐφραθᾶ, τὴν τοῦ Ἰωάς· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ἐρράβδιζε πυροὺς ἐν ληνῷ, καὶ ἔσπευδε τοῦ ἐκφυγεῖν ἀπὸ προσώπου Μαδιάμ. Καὶ ὤφθη αὐτῷ Ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύϊ. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, ἵνα τὶ εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες· Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς, καὶ παρέδωκεν ἡμᾶς, ἐν χειρὶ Μαδιάμ. Καὶ ἐπέβλεψε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου, καὶ εἶπεν αὐτῷ· Πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ, ἰδοὺ ἐξαπέστειλά σε. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριε, ἐν τίνι σώσω τὸν Ἰσραήλ; Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ, καὶ ἐγὼ εἰμι μικρότερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι σὺ λαλεῖς μέτ' ἐμοῦ, μὴ δὴ χωρισθῇς ἐντεῦθεν, ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου, καὶ θύσω ἐνώπιόν σου. Καὶ εἶπεν· Ἐγὼ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν, καὶ οἰφὶ ἀλεύρου ἄζυμα· καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τήν δρῦν, καὶ προσήγγισε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου. Λάβε τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε, καὶ ἐποίησεν οὕτω. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῇ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν, καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους, καὶ ὁ Ἄγγελος Κυρίου ἀπῆλθεν ἀπ' ὀφθαλμῶν αὐτοῦ. Καὶ εἶδε Γεδεών, ὅτι Ἀγγελος Κυρίου ἐστί, καὶ εἶπε Γεδεών·Οἴμοι Κύριε, Κύριε! ὅτι εἶδον τὸν Ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. Καὶ εἶπεν αὐτῷ Κύριος. Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐκάλεσεν αὐτό, Ε ἰ ρ ή ν η Κ υ ρ ί ο υ, ἕως τῆς ἡμέρας ταύτης.

Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 10, 1-21)
Ἐν ἔτει τρίτῳ Κύρου τοῦ βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγω ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ εἷς, ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μέτ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καί ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρὸς με· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ, καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρὸς με· Μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι, καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ Ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαήλ, εἷς τῶν Ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ Ἄρχοντος βασιλείας Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· Μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ, ἴσχυσα καὶ εἶπα. Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ Ἄρχοντος Περσῶν, καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ Ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.
Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.
Ἦχος α' Κυπριανοῦ
Τῶν νοερῶν Δυνάμεων Ἀρχιστράτηγοι, οἱ παρεστῶτες ἀπαύστως, τῷ δεσποτικῷ θρόνῳ, πρεσβεύσατε πρὸς Κύριον, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς Ἀρσενίου
Ὁ Ταξιάρχης τῶν ἄνω Δυνάμεων, Μιχαὴλ ὁ πρωτοστάτης τῶν θείων ταγμάτων, σήμερον ἡμᾶς πρὸς
πανήγυριν συνεκάλεσεν, ὁ καθ' ἑκάστην μεθ' ἡμῶν πορευόμενος, καὶ φυλάττων τοὺς πάντας, ἐκ πάσης τοῦ διαβόλου περιστάσεως. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ ἄνθη τῶν ἀρετῶν δρεψάμενοι, καθαραῖς ἐννοίαις, καὶ συνειδότι εὐστάθμῳ, τοῦ Ἀρχαγγέλου τὴν Σύναξιν τιμήσωμεν· αὐτὸς γὰρ ἀδιαλείπτως τῷ Θεῷ παριστάμενος, καὶ τὸν τρισάγιον ὕμνον ἀναμέλπων, πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.

Ἦχος β' Τοῦ Στουδίτου
Τῆς ἀΰλου οὐσίας, τῶν νοερῶν Δυνάμεων προστατεύοντες, καὶ τῆς Τρισηλίου δόξης ταῖς μαρμαρυγαῖς, φωτοδοτοῦντες τὴν οἰκουμένην, Ἀρχιστράτηγοι, ἀλήκτῳ φωνῇ, τὸν τρισάγιον ὕμνον ἐξᾴδετε· διὸ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς Ἀρσενίου
Τῷ ἀΰλω θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.
Ὁ αὐτὸς Ἀνατολίου
Ἀσωμάτοις χείλεσι, καὶ νοεροῖς στόμασι, τῶν Ἀγγέλων αἱ τάξεις, τὸν ἀκατάπαυστον ὕμνον προσφέρουσι, τῇ σῇ ἀπροσίτῳ Θεότητι Κύριε, καὶ νόες καθαροὶ καὶ λειτουργοὶ τῆς σῆς δόξης αἰνοῦσί σε Δέσποτα· Σὺν αὐτοῖς δὲ Μιχαὴλ ὁ ἀσώματος, καὶ πρωτοστάτης τῶν ἄνω Δυνάμεων, ὁ Ἀρχιστράτηγος τῶν Ἀγγέλων, ἑστιάτωρ ἡμῖν σήμερον γέγονε, τὰ τῶν ἀσωμάτων ᾄσματα προτρεπόμενος ἡμᾶς ᾄδειν, τῇ ἀπροσίτῳ σου δόξῃ Φιλάνθρωπε, ἵνα πρεσβεύῃ ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἐφραὶμ Καρίας
Τῆς ἡλιακῆς ἀκτῖνος τοῦ θείου φωτός, καταλαμπόμενοι Ἀρχιστράτηγοι, τὰς τῶν ἀΰλων καταυγάζετε ταξιαρχίας, ὡς φῶς λευχειμονοῦντες, ἐν ὑψίστοις τὸ πῦρ καταυγάζετε ἐν κόσμῳ, τῆς ἀπροσίτου θεότητος· ὅθεν καὶ τὸν τρισάγιον ὕμνον, ἐν φλογεροῖς τοῖς χείλεσιν ἀκαταπαύστως ᾄδετε· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Οἱ Ἄγγελοί σου Χριστέ, τῷ θρόνῳ τῆς μεγαλωσύνης, ἐν φόβῳ παρεστῶτες, καὶ τῇ σῇ φωτοχυσίᾳ ἀεὶ λαμπόμενοι, ἐν τοῖς ὑψίστοις ὑμνῳδοί σου, καὶ τῆς βουλῆς σου λειτουργοί, ὑπὸ σοῦ ἐκπεμπόμενοι, νέμουσι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Δόξα... Ἦχος δ'
Πυρίνοις χείλεσιν, ὑμνεῖ σε τὰ Χερσυβίμ, Χριστὲ ὁ Θεός, ἀσωμάτοις δὲ στόμασιν ἀσιγήτως, δοξολογεῖ σε τῶν Ἀρχαγγέλων ὁ χορός, Μιχαὴλ δὲ ὁ Ἀρχιστράτηγος, τῶν ἄνω δυνάμεων, τὸν ἐπινίκιον ὕμνον, ἀκαταπαύστως προσφέρει τῇ δόξῃ σου· Αὐτὸς γὰρ ἡμᾶς σήμερον κατηύγασε, πρὸς πανήγυριν φαιδράν, κροτῆσαι ἐπαξίως ψαλμικῶς, αἶνον τὸν τρισάγιον, τοῖς πηλίνοις χείλεσιν, ὅτι τὰ πάντα τῆς σῆς αἰνέσεως ἐπλήσθη, καὶ παρέχεις τῷ κόσμῳ δι' αὐτοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ὁ αὐτὸς Θεοτοκίον
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος α' Τῶν οὐρανίων 
Ἀγγελικῶς οἱ ἐν κόσμῳ πανηγυρίζοντες, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν τὸν ὕμνον, Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος· ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
Τῶν οὐρανίων πρωτεύων, ἐν παρρησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ θρόνῳ, τῷ ἀστέκτῳ ἐν δόξῃ, αὐτόπτα τῶν ἀρρήτων, σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος ὑπάρχεις σαφῶς, καὶ λειτουργὸς τῆς θείας, φωταυγείας ἐκείνης, αὐτόπτης τε καὶ μύστης, σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τούς ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας τὴν Τριάδα πιστῶς.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ' Ἰωάννου Μοναχοῦ
Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων Ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσου καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε Ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτί, τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον Ἦχος δ' 
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.







Nessun commento:

Posta un commento